Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.337 | Dem. 19.341 (English) | >>Dem. 19.343 |
19.339ἔτι τοίνυν ὅταν μὲν ἴδητε δεινότητʼ ἢ εὐφωνίαν ἤ τι τῶν ἄλλων τῶν τοιούτων ἀγαθῶν ἐπὶ χρηστοῦ καὶ φιλοτίμου γεγενημένον ἀνθρώπου , συγχαίρειν καὶ συνασκεῖν πάντας δεῖ · κοινὸν γὰρ ὑμῖν πᾶσι τοῖς ἄλλοις τοῦτʼ ἀγαθὸν γίγνεται · ὅταν δʼ ἐπὶ δωροδόκου καὶ πονηροῦ καὶ παντὸς ἥττονος λήμματος , ἀποκλείειν καὶ πικρῶς καὶ ἐναντίως ἀκούειν , ὡς πονηρία δυνάμεως δόξαν εὑρομένη παρʼ ὑμῶν ἐπὶ τὴν πόλιν ἐστίν .
19.340ὁρᾶτε δʼ , ἀφʼ ὧν οὗτος εὐδοκιμεῖ πηλίκα τῇ πόλει περιέστηκε πράγματα . αἱ μὲν τοίνυν ἄλλαι δυνάμεις ἐπιεικῶς εἰσιν αὐτάρκεις , ἡ δὲ τοῦ λέγειν , ἂν τὰ παρʼ ὑμῶν τῶν ἀκουόντων ἀντιστῇ , διακόπτεται . οὕτως οὖν ἀκούετε τούτου ὡς πονηροῦ καὶ δωροδόκου καὶ οὐδʼ ὁτιοῦν ἐροῦντος ἀληθές .
ὅτι δʼ οὐ μόνον κατὰ τἄλλα , ἀλλὰ καὶ τὰ πρὸς αὐτὸν τὸν Φίλιππον πράγματα πανταχῶς συμφέρει τοῦτον ἑαλωκέναι , θεάσασθε . εἴτε γὰρ ἥξει ποτʼ εἰς ἀνάγκην τῶν δικαίων τι ποιεῖν τῇ πόλει , τὸν τρόπον μεταθήσεται · νῦν μὲν γὰρ ᾕρηται τοὺς πολλοὺς ἐξαπατῶν ὀλίγους θεραπεύειν , ἂν δὲ τούτους ἀπολωλότας πύθηται , ὑμῖν τοῖς πολλοῖς καὶ πάντων κυρίοις τὰ λοιπὰ ποιεῖν βουλήσεται .
19.342εἴτʼ ἐπὶ τῆς αὐτῆς ἧσπερ νῦν ἐξουσίας καὶ ἀσελγείας μενεῖ , τοὺς ὁτιοῦν ἂν ἐκείνῳ ποιήσαντας ἀνῃρηκότες ἐκ τῆς πόλεως ἔσεσθε , ἂν τούτους ἀνέλητε · οἳ γὰρ οἰόμενοι δίκην ὑφέξειν τοιαῦτʼ ἔπραξαν , τούτους , ἂν τὰ παρʼ ὑμῶν αὐτοῖς ἐφεθῇ , τί οἴεσθε ποιήσειν ; ποῖον Εὐθυκράτη , ποῖον Λασθένη , τίνʼ οὐχ ὑπερβαλεῖσθαι προδότην ;
19.341
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.337 | Dem. 19.341 (English) | >>Dem. 19.343 |